Τρίτη, 13 Μαρτίου 2018

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ


Των αγγέλων ο δήμος κατεπλάγη ορών σε εν νεκροίς λογισθέντα, του θανάτου δε, Σωτήρ, την ισχύν καθελόντα και συν εαυτώ τον Αδάμ εγείραντα και εξ άδου πάντας ελευθερώσαντα.
 
 

Τί τα μύρα συμπαθώς τοις δάκρυσιν, ω μαθήτριαι, κιρνάτε; ο αστράπτων εν τω τάφω άγγελος προσεφθέγγετο ταις μυροφόροις· Ίδετε υμείς τον τάφον και ήσθητε· ο Σωτήρ γαρ εξανέστη του μνήματος.



Λίαν πρωί μυροφόροι έδραμον προς το μνήμα σου θρηνολογούσαι· αλλ' επέστη προς αυτάς ο άγγελος και είπε· Θρήνου ο καιρός πέπαυται, μη κλαίετε· την ανάστασιν δε αποστόλοις είπατε.



Μυροφόροι γυναίκες μετά μύρων ελθούσαι προς το μνήμα σου, Σώτερ, ενηχούντο αγγέλου τρανώς προς αυτάς φθεγγομένου· Τί μετά νεκρών τον ζώντα λογίζεσθε; ως Θεός γαρ εξανέστη του μνήματος.



Προσκυνούμεν Πατέρα και τον τούτου Υιόν τε και το άγιον Πνεύμα· την αγίαν Τριάδα εν μιά τη ουσία, συν τοις Σεραφίμ κράζοντες το· Άγιος, άγιος, άγιος ει, Κύριε.



Ζωοδότην τεκούσα, ελυτρώσω, Παρθένε, τον Αδάμ αμαρτίας· χαρμονήν δε τη Εύα αντί λύπης παρέσχες· ρεύσαντα ζωής, ίθυνε προς ταύτην δε ο εκ σου σαρκωθείς Θεός και άνθρωπος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου